Ref 1 Timothy 1:7
Author Ath: Athanasius Alexandrinus
Work Ar: Orationes contra Arianos III
Work ref 1 30
Citation text πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις ὡς ἀγράφοις χρησαμένοις λέξεσι καίτοι μὴ δυσφήμοις, ἀλλ’ ἐπ’ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντεςλοιδορίας κατὰ τοῦ κυρίου «μὴ γινώσκοντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται».
Citation type
Reference type
Edition
Page 73 B
Line 14
OnlineCorpus
MS variants
Biblical catena
Biblical parallels
Status live
Sources biblindex
Comments